Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 19.277 Dem. 19.280 (English) >>Dem. 19.283

19.279καὶ ἠλέγχθησάν τινες αὐτῶν ἐν τῇ βουλῇ οὐ τἀληθῆ ἀπαγγέλλοντες.” οὗτοι δέ γε κἀν τῷ δήμῳ. καὶ ὑπὸ τοῦ; τοῦτο γάρ ἐστι τὸ λαμπρόν· ὑπʼ αὐτῶν τῶν πραγμάτων· οἷς γὰρ ἀπήγγειλαν οὗτοι, πάντα δήπου γέγονεν τἀναντία. “οὐδʼ ἐπιστέλλοντεςφησὶτἀληθῆ.” οὐκοῦν οὐδʼ οὗτοι. “καὶ καταψευδόμενοι τῶν συμμάχων καὶ δῶρα λαμβάνοντες.” ἀντὶ μὲν τοίνυν τοῦ καταψευδόμενοι παντελῶς ἀπολωλεκότες· πολλῷ δὲ δήπου τοῦτο δεινότερον τοῦ καταψεύσασθαι. ἀλλὰ μὴν ὑπέρ γε τοῦ δῶρʼ εἰληφέναι, εἰ μὲν ἠρνοῦντο, ἐλέγχειν λοιπὸν ἂν ἦν, ἐπειδὴ δʼ ὡμολόγουν, ἀπάγειν δήπου προσῆκεν. 19.280τί οὖν, ἄνδρες Ἀθηναῖοι; τούτων οὕτως ἐχόντων, ὑμεῖς <ἐξ> ἐκείνων τῶν ἀνδρῶν ὄντες, οἱ δὲ καὶ τινὲς αὐτῶν ἔτι ζῶντες, ὑπομενεῖτε τὸν μὲν εὐεργέτην τοῦ δήμου καὶ τὸν ἐκ Πειραιῶς, Ἐπικράτην, ἐκπεσεῖν καὶ κολασθῆναι; καὶ πάλιν πρώην Θρασύβουλον ἐκεῖνον τὸν Θρασυβούλου τοῦ δημοτικοῦ καὶ τοῦ ἀπὸ Φυλῆς καταγαγόντος τὸν δῆμον, τάλαντα δέκʼ ὠφληκέναι, καὶ τὸν ἀφʼ Ἁρμοδίου καὶ τῶν τὰ μέγιστʼ ἀγάθʼ ὑμᾶς εἰργασμένων, οὓς νόμῳ διὰ τὰς εὐεργεσίας ἃς ὑπῆρξαν εἰς ὑμᾶς ἐν ἅπασι τοῖς ἱεροῖς ἐπὶ ταῖς θυσίαις σπονδῶν καὶ κρατήρων κοινωνοὺς πεποίησθε, καὶ ᾄδετε καὶ τιμᾶτʼ ἐξ ἴσου τοῖς ἥρωσι καὶ τοῖς θεοῖς, 19.281τούτους μὲν πάντας τὴν ἐκ τῶν νόμων δίκην ὑπεσχηκέναι, καὶ μήτε συγγνώμην μήτʼ ἔλεον μήτε παιδία κλάονθʼ ὁμώνυμα τῶν εὐεργετῶν μήτʼ ἄλλο μηδὲν αὐτοὺς ὠφεληκέναι· τὸν δʼ Ἀτρομήτου τοῦ γραμματιστοῦ καὶ Γλαυκοθέας τῆς τοὺς θιάσους συναγούσης, ἐφʼ οἷς ἑτέρα τέθνηκεν ἱέρεια, τοῦτον ὑμεῖς λαβόντες, τὸν τῶν τοιούτων, τὸν οὐδὲ καθʼ ἓν χρήσιμον τῇ πόλει, οὐκ αὐτόν, οὐ πατέρα, οὐκ ἄλλον οὐδένα τῶν τούτου, ἀφήσετε;


Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 19.277 Dem. 19.280 (English) >>Dem. 19.283

Powered by PhiloLogic